Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.61 Joseph. AJ 3.66 (English) >>Joseph. AJ 3.71

3.64καὶ τὸ μὲν πλῆθος κατὰ συγγένειαν ὡς ἕκαστοι τῆς εὐωχίας μετελάμβανον, Ἀαρὼν δὲ σὺν τοῖς παροῦσι Ῥαγουῆλον προσλαβόμενος ὕμνους τε ᾖδον εἰς τὸν θεὸν ὡς τῆς σωτηρίας αὐτοῖς καὶ τῆς ἐλευθερίας αἴτιον καὶ ποριστὴν γεγενημένον, 3.65καὶ τὸν στρατηγὸν εὐφήμουν ὡς κατὰ ἀρετὴν ἐκείνου πάντων αὐτοῖς κατὰ νοῦν ἀπηντηκότων. καὶ Ῥαγουῆλος πολλὰ μὲν ἐγκώμια τοῦ πλήθους ἐπὶ τῇ πρὸς τὸν Μωυσῆν εὐχαριστίᾳ διεξῄει, ἐθαύμαζε δὲ καὶ τὸν Μωυσῆν τῆς ἐπὶ σωτηρίᾳ τῶν φίλων ἀνδραγαθίας. 3.66

Τῇ δʼ ὑστεραίᾳ θεασάμενος Ῥαγουῆλος τὸν Μωυσῆν ἐν ὄχλῳ πραγμάτων ὄντα· διέλυε γὰρ τὰς δίκας τοῖς δεομένοις πάντων ἐπʼ αὐτὸν βαδιζόντων καὶ μόνως ἂν τοῦ δικαίου τυχεῖν ἡγουμένων, εἰ διαιτητὴς αὐτοῖς οὗτος γένοιτο· 3.67καὶ γὰρ τοῖς ἡττωμένοις κοῦφον ἐδόκει τὸ λείπεσθαι κατὰ δικαιοσύνην οὐ κατὰ πλεονεξίαν αὐτὸ πάσχειν νομίζουσι· τότε μὲν ἡσυχίαν ἦγε μὴ βουλόμενος ἐμποδίζειν τοῖς ἀρετῇ χρῆσθαι τοῦ στρατηγοῦ θέλουσι, παυσάμενον δὲ τοῦ θορύβου παραλαβὼν καὶ συμμονωθεὶς ἀνεδίδασκεν δεῖ ποιεῖν. 3.68καὶ συνεβούλευε τῆς μὲν ἐπὶ τοῖς ἥττοσι ταλαιπωρίας ἑτέροις ἐκστῆναι, περὶ δὲ τῶν μειζόνων καὶ τῆς σωτηρίας τοῦ πλήθους ἔχειν τὴν πρόνοιαν αὐτόν· δικάσαι μὲν γὰρ ἀγαθοὺς κἂν ἄλλους Ἑβραίων εὑρεθῆναι, φροντίσαι δὲ τοσούτων μυριάδων σωτηρίας οὐκ ἄλλον τινὰ δύνασθαι μὴ Μωυσῆν γενόμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.61 Joseph. AJ 3.66 (English) >>Joseph. AJ 3.71

Powered by PhiloLogic